ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύεινὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷαὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆραςλυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαιεἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,