Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
  2. ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
  3. ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
  4. οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
  5. οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
  6. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
  7. αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
  8. λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
  9. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,