Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  • ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  • οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  • δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
  • ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
  • μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  • ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  • δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·