Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
  2. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  3. κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα
  4. εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  5. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  6. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  7. πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
  8. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
  9. ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
  10. τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
  11. ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
  12. ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
  13. οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
  14. οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
  15. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
  16. αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
  17. λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
  18. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,
  19. οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
  20. εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
  21. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,
  22. εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.
  23. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  24. τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
  25. καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  26. εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν
  27. οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,
  28. οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
  29. εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
  30. ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν
  31. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
  32. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  33. ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
  34. ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
  35. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
  36. εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
  37. Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
  38. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  39. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
  40. καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  41. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  42. δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  43. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  44. τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  45. χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,