Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  2. λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
  3. ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
  4. κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
  5. χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν
  6. αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.