Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
  2. οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
  3. ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
  4. οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
  5. οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε
  6. αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
  7. ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
  8. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  9. λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
  10. ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
  11. κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
  12. χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν
  13. αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
  14. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
  15. γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
  16. στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
  17. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  18. κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα
  19. εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  20. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  21. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  22. πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
  23. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
  24. ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
  25. τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
  26. ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
  27. ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
  28. οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
  29. οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
  30. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
  31. αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
  32. λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
  33. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,