Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
  2. ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
  3. δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
  4. αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,