Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
  2. ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
  3. ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
  4. ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
  5. οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
  6. κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
  7. ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
  8. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  9. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  10. ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·
  11. οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο
  12. καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς
  13. Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.
  14. ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
  15. ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
  16. δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
  17. ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
  18. ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.
  19. ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
  20. ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
  21. δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
  22. αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
  23. αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
  24. ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
  25. ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
  26. οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
  27. ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
  28. οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
  29. οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε
  30. αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
  31. ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
  32. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  33. λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
  34. ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
  35. κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
  36. χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν
  37. αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
  38. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
  39. γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
  40. στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
  41. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  42. κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα
  43. εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  44. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  45. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  46. πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
  47. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
  48. ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
  49. τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
  50. ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
  51. ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
  52. οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
  53. οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
  54. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
  55. αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
  56. λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
  57. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,
  58. οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
  59. εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
  60. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,
  61. εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.
  62. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  63. τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
  64. καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  65. εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν
  66. οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,
  67. οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
  68. εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
  69. ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν
  70. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
  71. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  72. ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
  73. ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
  74. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
  75. εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
  76. Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
  77. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  78. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
  79. καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  80. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  81. δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  82. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  83. τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  84. χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
  85. τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
  86. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
  87. ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
  88. ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
  89. δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
  90. εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
  91. τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
  92. καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
  93. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  94. πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
  95. σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
  96. δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
  97. ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
  98. θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
  99. κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·
  100. οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
  101. κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
  102. ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.