Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
  2. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
  3. ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
  4. ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
  5. ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
  6. οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
  7. κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
  8. ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
  9. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  10. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,