Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
  2. κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  3. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  4. ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
  5. ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
  6. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
  7. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
  8. ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται