Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  2. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
  3. σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
  4. οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
  5. οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
  6. κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  7. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  8. ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
  9. ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
  10. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
  11. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,