Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  2. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  3. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
  4. σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
  5. οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
  6. οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
  7. κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  8. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  9. ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
  10. ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
  11. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
  12. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
  13. ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
  14. ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
  15. ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
  16. οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
  17. κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
  18. ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
  19. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  20. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,