Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
  2. ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  3. γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
  4. αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
  5. κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  6. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  7. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
  8. σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
  9. οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
  10. οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
  11. κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  12. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·