Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
- ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
- τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
- Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
- αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
- ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
- δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
- αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
- ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
- γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
- αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
- κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
- κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
- ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
- σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
- οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
- οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
- κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
- τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
- ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
- ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
- ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
- κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
- ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
- ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
- ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
- οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
- κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
- ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
- θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·
- οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο
- καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς
- Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.
- ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
- ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
- δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
- ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
- ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.
- ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
- ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
- δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
- αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
- αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
- ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
- ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
- οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
- ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
- οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
- οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε
- αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
- ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
- τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
- λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
- ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
- κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
- χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν
- αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
- τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
- γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
- στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
- μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
- κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα
- εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
- ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
- πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
- τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
- ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
- τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
- ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
- ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
- οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
- οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
- ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
- αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
- λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
- οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,
- οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
- εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
- τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,