ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖονευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσιτόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺςδεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷκτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴςκράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦνσώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·