πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντισκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόνταἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσιβαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείραςἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγετόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο