καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμωνἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντεἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺςὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντισκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόνταἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσιβαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,