Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
  2. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
  3. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  4. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  5. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
  6. ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
  7. ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  8. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
  9. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  10. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
  11. Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  12. ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  13. οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  14. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.