Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
- αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
- ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
- ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
- νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
- ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
- ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
- μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
- καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
- καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
- ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
- εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
- πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
- καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
- ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
- ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
- ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
- τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
- ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
- ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
- τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
- πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
- σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
- οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
- ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
- ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
- αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
- βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
- ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
- σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
- ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
- αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
- τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
- ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
- οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
- νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
- ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
- ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
- τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
- Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
- αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
- ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
- δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
- αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
- ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
- γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
- αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
- κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
- κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
- ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
- σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
- οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
- οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
- κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
- τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
- ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
- ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
- ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
- κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
- ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
- ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
- ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
- οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
- κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
- ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
- θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·
- οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο
- καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς
- Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.
- ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
- ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
- δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
- ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
- ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.
- ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
- ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
- δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
- αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
- αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
- ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
- ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
- οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
- ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
- οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
- οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε
- αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
- ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
- τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
- λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα