ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶροςἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μινμοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμωνἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντεἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺςὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντισκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόνταἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσιβαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείραςἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε