Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  2. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  3. ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  4. ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  5. ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  6. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  7. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  8. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  9. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  10. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  11. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  12. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  13. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  14. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  15. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  16. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  17. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  18. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  19. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  20. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  21. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  22. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  23. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
  24. εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
  25. πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
  26. καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
  27. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
  28. ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  29. ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
  30. τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
  31. ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
  32. ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
  33. τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
  34. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
  35. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
  36. οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
  37. ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
  38. ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
  39. αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
  40. βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
  41. ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
  42. σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
  43. ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
  44. αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
  45. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
  46. ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
  47. οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
  48. νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
  49. ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
  50. ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
  51. τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
  52. Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
  53. αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
  54. ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
  55. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  56. δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
  57. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
  58. ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  59. γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
  60. αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
  61. κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  62. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  63. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
  64. σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
  65. οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
  66. οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
  67. κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  68. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  69. ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
  70. ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
  71. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
  72. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
  73. ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
  74. ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
  75. ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
  76. οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,