Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  • μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  • ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  • ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  • ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  • στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  • λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  • κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  • μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  • ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  • Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  • μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  • μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  • αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  • ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  • νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  • ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  • ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  • μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  • καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  • καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  • ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
  • εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
  • πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
  • καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
  • ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
  • ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  • ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
  • τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
  • ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
  • ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
  • τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
  • πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
  • σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
  • οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
  • ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
  • ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
  • αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
  • βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
  • ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
  • σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
  • ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
  • αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
  • τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
  • ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
  • οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
  • νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
  • ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
  • ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
  • τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
  • Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
  • αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
  • ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
  • στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  • δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
  • αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
  • ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  • γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
  • αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
  • κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  • κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.