Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  2. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  3. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  4. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  5. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  6. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  7. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  8. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  9. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  10. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  11. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  12. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·