Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  • ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  • ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  • ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  • βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  • ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  • εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  • ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  • ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  • Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  • μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  • σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.