Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  2. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  3. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  4. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  5. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  6. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  7. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  8. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  9. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  10. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  11. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  12. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  13. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  14. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·