Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  2. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  3. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  4. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  5. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  6. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  7. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  8. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  9. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  10. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  11. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  12. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ