Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  2. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  3. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  4. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  5. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  6. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  7. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  8. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  9. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  10. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  11. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  12. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  13. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  14. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  15. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  16. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.