Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  2. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  3. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  4. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  5. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  6. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  7. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  8. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  9. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  10. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  11. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  12. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  13. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  14. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  15. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  16. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  17. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  18. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  19. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  20. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  21. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  22. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  23. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  24. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  25. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.