Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
  2. ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
  3. ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
  4. ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
  5. ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
  6. Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  7. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
  8. τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν