Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
  2. ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
  3. τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
  4. ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
  5. ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
  6. ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
  7. ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
  8. ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
  9. Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  10. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
  11. τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
  12. ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;