Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
  2. εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
  3. οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
  4. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
  5. αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
  6. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  7. μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
  8. δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.