Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
  2. ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
  3. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
  4. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
  5. εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
  6. οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
  7. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
  8. αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
  9. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  10. μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
  11. δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
  12. ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι