Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
  2. μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
  3. κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
  4. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  5. μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
  6. ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
  7. καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
  8. οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
  9. τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
  10. ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
  11. ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
  12. οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
  13. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  14. ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.