Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
- τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
- ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
- οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
- ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
- οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
- τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
- εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
- οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
- ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
- αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
- μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
- δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
- ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
- ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
- ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
- ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
- ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
- ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
- ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
- τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
- ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
- ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
- ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
- ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
- ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
- Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
- τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
- ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
- οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
- ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
- ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·
- σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
- οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
- οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
- ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
- γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
- σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
- ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
- Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
- πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
- νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
- τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
- ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
- καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
- ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
- φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
- ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
- κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
- τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
- μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
- ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
- ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
- ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
- πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
- δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
- αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
- ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
- ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
- ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
- μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
- ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
- ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
- φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
- πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
- ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς