Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
  • ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  • οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  • οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  • τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
  • ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.