Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
  2. πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
  3. ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
  4. ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
  5. ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  6. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  7. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  8. τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
  9. ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
  10. τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
  11. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  12. ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
  13. οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
  14. ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
  15. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
  16. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
  17. εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
  18. οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
  19. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
  20. αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
  21. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  22. μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
  23. δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
  24. ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
  25. ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
  26. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
  27. ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
  28. ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
  29. ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
  30. ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
  31. τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
  32. ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
  33. ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
  34. ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
  35. ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
  36. ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
  37. Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  38. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
  39. τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
  40. ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
  41. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  42. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  43. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·
  44. σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
  45. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  46. τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
  47. οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
  48. οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
  49. ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
  50. γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
  51. σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
  52. ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  53. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  54. Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
  55. πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
  56. νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  57. τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
  58. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  59. καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
  60. ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
  61. φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
  62. ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
  63. κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  64. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  65. αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
  66. μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
  67. ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
  68. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  69. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
  70. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  71. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  72. πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
  73. δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
  74. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
  75. ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
  76. ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
  77. ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
  78. μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
  79. ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
  80. ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
  81. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  82. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  83. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  84. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  85. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  86. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  87. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  88. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
  89. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
  90. ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
  91. σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
  92. εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
  93. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  94. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  95. Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  96. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
  97. αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
  98. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
  99. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  100. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  101. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  102. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·