οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσακτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτωνἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσεΤηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσινἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσινἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτονἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲκαὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον