Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  2. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  3. ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  4. σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  5. αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
  6. ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
  7. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  8. ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
  9. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
  10. ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
  11. πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
  12. οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
  13. ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
  14. ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη