Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
  • πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
  • δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  • ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  • ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  • σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  • αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
  • ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
  • εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  • ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.