Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
  2. κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
  3. μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
  4. πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
  5. δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  6. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  7. ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  8. σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  9. αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
  10. ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
  11. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  12. ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
  13. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
  14. ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
  15. πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
  16. οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
  17. ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
  18. ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
  19. νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
  1. Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  2. ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
  3. καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
  4. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
  5. τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
  6. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
  7. τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
  8. ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
  9. ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
  10. Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
  11. πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
  12. ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
  13. ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
  14. ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
  15. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
  16. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  17. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  18. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
  19. ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
  20. ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  21. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
  22. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  23. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
  24. Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  25. ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  26. οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  27. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
  28. ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
  29. μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  30. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  31. δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
  32. τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  33. ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
  34. νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  35. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
  36. ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  37. ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
  38. κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
  39. μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
  40. κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  41. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
  42. παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
  43. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
  44. κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  45. ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
  46. δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
  47. μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
  48. ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
  49. θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
  50. καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
  51. εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
  52. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  53. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  54. ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
  55. μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
  56. ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
  57. ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
  58. ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
  59. οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  60. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  61. θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
  62. Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
  63. ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
  64. κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
  65. ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
  66. μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
  67. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
  68. καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
  69. τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
  70. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
  71. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
  72. ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
  73. οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
  74. χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  75. φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
  76. ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
  77. μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
  78. χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
  79. τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  80. ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
  81. χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  82. ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  83. ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
  84. τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  85. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  86. θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  87. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  88. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  89. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  90. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  91. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  92. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  93. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  94. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  95. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  96. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  97. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  98. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  99. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  100. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  101. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  102. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  103. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  104. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  105. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  106. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  107. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  108. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  109. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  110. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  111. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  112. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  113. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  114. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  115. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  116. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  117. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  118. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  119. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  120. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  121. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  122. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  123. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  124. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  125. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  126. ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  127. ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  128. ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  129. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  130. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  131. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  132. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  133. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  134. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  135. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  136. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  137. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  138. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  139. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  140. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  141. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  142. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  143. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  144. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  145. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  146. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
  147. εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
  148. πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
  149. καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
  150. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
  151. ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  152. ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
  153. τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
  154. ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
  155. ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.