Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
  2. εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
  3. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
  4. μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
  5. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  6. οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
  7. κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
  8. ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
  9. πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
  10. Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
  11. εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
  12. ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
  13. κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
  14. νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
  15. ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
  16. πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
  17. ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
  18. ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
  19. νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
  20. ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
  21. καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
  22. μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
  23. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  24. μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
  25. οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
  26. πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
  27. ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
  28. ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
  29. ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  30. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,