Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  2. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  3. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  4. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  5. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  6. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  7. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  8. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
  9. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  10. ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
  11. εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
  12. αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
  13. ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
  14. εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
  15. ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
  16. ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
  17. κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
  18. ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
  19. νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
  20. κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
  21. μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
  22. πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
  23. δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  24. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  25. ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  26. σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  27. αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι