Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  2. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  3. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  4. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  5. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  6. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  7. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  8. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  9. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.