Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
  2. Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
  3. ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
  4. ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
  5. Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
  6. πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
  7. ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
  8. ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
  9. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  10. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  11. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  12. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  13. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  14. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  15. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  16. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  17. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
  18. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·