Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
  2. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
  3. ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
  4. οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
  5. πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
  6. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
  7. ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
  8. ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
  9. νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
  10. μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
  11. ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
  12. ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
  13. Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
  14. ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
  15. ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
  16. Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
  17. πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
  18. ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
  19. ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
  20. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  21. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  22. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  23. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  24. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  25. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  26. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  27. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  28. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
  29. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  30. ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
  31. εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
  32. αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
  33. ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
  34. εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
  35. ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
  36. ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
  37. κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
  38. ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
  39. νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
  40. κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
  41. μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
  42. πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
  43. δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  44. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  45. ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  46. σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  47. αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
  48. ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
  49. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  50. ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
  51. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
  52. ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
  53. πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
  54. οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
  55. ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
  56. ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
  57. νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
  1. Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  2. ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
  3. καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
  4. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
  5. τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
  6. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
  7. τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
  8. ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
  9. ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
  10. Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
  11. πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
  12. ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
  13. ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
  14. ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
  15. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
  16. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  17. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  18. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
  19. ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
  20. ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  21. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
  22. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  23. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
  24. Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  25. ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  26. οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  27. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
  28. ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
  29. μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  30. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  31. δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
  32. τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  33. ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
  34. νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  35. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
  36. ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  37. ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
  38. κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
  39. μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
  40. κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  41. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
  42. παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
  43. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
  44. κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  45. ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
  46. δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
  47. μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
  48. ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
  49. θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
  50. καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
  51. εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
  52. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  53. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  54. ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
  55. μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
  56. ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
  57. ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
  58. ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
  59. οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  60. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  61. θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
  62. Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
  63. ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
  64. κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
  65. ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
  66. μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
  67. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
  68. καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
  69. τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
  70. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
  71. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
  72. ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
  73. οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
  74. χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  75. φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
  76. ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
  77. μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
  78. χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
  79. τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  80. ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
  81. χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  82. ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  83. ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη