Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
  2. ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
  3. ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
  4. καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
  5. ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
  6. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
  7. ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
  8. οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
  9. πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
  10. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
  11. ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
  12. ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,