Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
  2. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
  3. γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
  4. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  5. εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
  6. εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
  7. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
  8. μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
  9. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  10. οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
  11. κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων