Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
  2. οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
  3. ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
  4. αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
  5. ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
  6. πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
  7. πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
  8. ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
  9. ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·