Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
  2. τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
  3. τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
  4. ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
  5. ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
  6. οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
  7. ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
  8. αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν