Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
  2. ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
  3. ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
  4. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
  5. παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
  6. αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
  7. τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
  8. τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
  9. ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
  10. ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
  11. οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
  12. ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
  13. αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
  14. ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
  15. πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
  16. πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
  17. ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
  18. ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
  19. ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
  20. ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
  21. ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
  22. καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
  23. ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
  24. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
  25. ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
  26. οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
  27. πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
  28. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
  29. ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
  30. ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
  31. νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
  32. μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
  33. ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
  34. ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
  35. Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
  36. ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
  37. ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
  38. Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
  39. πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
  40. ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
  41. ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
  42. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  43. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  44. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  45. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  46. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  47. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  48. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  49. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  50. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
  51. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  52. ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
  53. εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
  54. αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
  55. ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
  56. εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
  57. ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
  58. ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
  59. κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
  60. ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
  61. νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
  62. κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
  63. μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
  64. πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
  65. δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  66. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  67. ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  68. σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  69. αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
  70. ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
  71. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  72. ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
  73. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
  74. ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
  75. πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.